Captured by Tom Sharp

I don’t know how he does it. He sits very close to you and doesn’t lose his composure when you laugh. It’s raining, you’re calling me, we meet in the sky on feathered clouds. Across the room, I sweat, my heart beats wildly, I can’t speak, I can’t catch my breath, as I watch you laugh at him.

Fragment 31 by Sappho

φαίνεταί μοι κῆνος ἴσος θέοισιν ἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- σας ὐπακούει καὶ γελαίσας ἰμέροεν, τό μ᾽ ἦ μὰν καρδίαν ἐν στήθεσιν ἐπτόαισεν· ὠς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώναι- σ᾽ οὐδ᾽ ἒν ἔτ᾽ εἴκει, ἀλλ᾽ ἄκαν μὲν γλῶσσα †ἔαγε†, λέπτον δ᾽ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ᾽ οὐδ᾽ ἒν ὄρημμ᾽, ἐπιρρόμ- βεισι δ᾽ ἄκουαι, †έκαδε μ᾽ ἴδρως ψῦχρος κακχέεται†, τρόμος δὲ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης φαίνομ᾽ ἔμ᾽ αὔται· ἀλλὰ πὰν τόλματον ἐπεὶ †καὶ πένητα†